Τῶν
τριῶν Βαλτικῶν χωρῶν, μόνη ἡ Λετονία οὐκέτι τῷ εὐρῷ νομίσματι ἔχρητο,
τοῦ δὲ 2015ου ἔτους ἤδη ἀρξαμένου ἐγένετο ἡ Λετονία ἡ ἐννεακαιδεκάτη
χώρα τῶν τούτῳ τῷ νομίσματι χρωμένων. ἐν ταύτῃ τῇ χώρᾳ τρία ἑκατομμύρια
ἀνθρώπων οἰκοῦσιν, οἷς νῦν μόνον πεντεκαίδεκα ἡμέρας ἔξεσται ἀλλάττειν
λίτας (τὸ νόμισμα ᾧ ἐν τῇ Λετονίᾳ χρῶνται “λίτη“ καλοῦσιν) ἀντὶ εὐρῶν.
πρῶτον μὲν οἱ τῆς Λετονίας πολῖται οὐκ ἐβούλοντο τὸ εὐρὸν νόμισμα δέχεσθαι, ἔπειτα δὲ μετέγνωσαν, οὐδένα δὲ λανθάνει οὗτος ὁ ἀναλογισμὸς διὰ τὸν φόβον γενόμενος, ἐξ οὗ μὲν γὰρ ἡ Ῥωσσία τὴν Οὐκραίναν αὖθις λαβεῖν πειρᾶται φοβοῦνται αὗται αἱ χῶραι μὴ ὁ Ποῦτιν, ὃς δῆλός ἐστιν τὴν πρόσθεν τῆς ΕΣΣΔ ἀρχὴν αὖθις τεκταίνεσθαί τε καὶ συμπλάττειν πειρῶμενος, πρὸς ταύτας τὰς τρεῖς χώρας τοὺς ὀφθαλμοὺς ἀπευθύνῃ (αἱ τρεῖς Βάλτικαι χῶραι ὑπὸ τοῦ τῆς ΕΣΣΔ ζύγου πεντήκοντα ἔτη ἔκειντο), τούτων δὲ οὕτως ἐχόντων πειρῶνται αἱ τρεῖς χῶραι ἐγγυτέρω τῆς Εὐρωπαικῆς Ἑνώσεως μένειν.

Webmaster: Juan Coderch (University of St Andrews)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου