Σάββατο 21 Μαΐου 2016

Ἀεροσκάφος εἰς τὸ Αἰγαῖον Πέλαγος καταπίπτει

Picture Ἀεροσκάφος Α320 τῆς EgyptAir κατέπεσε χθὲς εἰς τὸ Αἰγαῖον Πέλαγος· τὸ ἀεροσκάφος ἀπὸ τοῦ Παρισίου ἐκπτόμενον τῇ Τετάρτῃ ἡμέρᾳ τῆς νυκτὸς πρὸς τὸ Καῖρο ἐκ τοῦ ῥαδάρος ἐξαίφνης ἠφανίσθη ὅτε ὑπὲρ τῆς νήσου Καρπάθου (νήσου τῆς Ἑλλάδος) ἐπέτετο. ἐν τῷ ἀεροσκάφει ἑξήκοντα ἓξ ἄνθρωποι ἐνῆσαν (πεντήκοντα ἓξ ἐπιβάται καὶ δέκα ἐργασταὶ τῆς EgyptAir). κατὰ τὸν τῆς EgyptAir φερέφωνον, ὁ μὲν κυβερνήτης ἐμπειρότατος ἦν, ἤδη γὰρ ἑξακισχιλίας ὥρας ἐμπειρίας ἔπραξεν, τὸ δὲ ἀεροσκάφος οὐδαμῶς ἀρχαῖον ἦν. τοῦ ἀγγέλματος περὶ τῆς συμφορᾶς ταχέως διασκεδασθέντος, Ἑλληνικαὶ μὲν νῆες καὶ Αἰγυπτικαὶ ἀποπλεύσασαι πρὸς τὸν τόπον ἔσπευσαν ἐν ᾧ πάντες νομίζονται τὸ ἀεροσκάφος καταπεσεῖν ἵνα σημεῖα εὕροιεν, ὅμως δὲ ουδεὶς ἐλπίζει περιόντας εὑρήσειν.

τὸ ἐρώτημα νῦν τόδε ἐστίν, πότερον ἡ αἰτία ἡ ταύτης τῆς συμφορᾶς τρομοκρατική τις ἐπιβολή ἐστιν ἢ τεχνικὸν ἁμάρτημα· πρῶτον μὲν εἶπον τινὲς ὅτι εἰκότως πάταξις γένοιτο ἐν τῷ ἀεροσκάφει, ἔπειτα δὲ εἶπον ἄλλοι ὅτι, εἰ πάταξις ἐγένετο, πολλοὶ ῥαδάρες τὴν θερμότητα ᾔσθοντο ἂν (ὃ οὐκ ἐγένετο). οἱ ἐν τέλει ἐν τῇ Γαλατίᾳ καὶ οἱ ἐν τῇ Αἰγύπτῳ οὐκέτι δημοσίους λόγους περὶ τούτου ἐποίησαν, μένουσι γὰρ ἕως τὰς οὕτω καλουμένας “μελαίνας θήκας“ ἂν εὑρῶσιν. 


 
the site of world news in Ancient Greek

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Αρχειοθήκη ιστολογίου

Πληροφορίες

"Οι μεγάλοι άνθρωποι μιλούν για ιδέες. Οι μεσαίοι άνθρωποι μιλούν για γεγονότα. Οι μικροί άνθρωποι μιλούν για τους άλλους."