Ὁ Ali Agka, ὁ Τούρκος πολίτης ὃς τῷ 1981ῷ ἔτει ἐπὶ τὸν Πάπαν Ἰωάννην Παῦλον Β' δὶς ἐπυροβόλησεν, ἄνθη ἐνία ἐν τῷ τούτου τοῦ Πάπου τάφῳ τῷ Σαββάτῳ ἐπέθηκεν. ὁ Α. Α., νῦν ἤδη πεντήκοντα καὶ ἑπτὰ ἔτη γεγονώς, εἶπεν μὲν ὅτι νομίζοι ἑαυτὸν τοῦτο ποιεῖσθαι δεῖν, πρὶν δὲ τοῦτο ποιεῖν ᾔτησε καὶ τῷ Πάπᾳ Φραγκίσκῳ διαλέγεσθαι, ἀλλὰ κατὰ τὸν τοῦ Πάπου φερέφωνον τὸν Φεδερίκον Λομβάρδι αὕτη ἡ σύνοδος ὡς τὸ εἰκὸς οὐ γενήσεται. περὶ δὲ τῆς πρὸς τὸν τοῦ Πάπου τάφον πορείας, τόδε λέγειν δυνάμεθα· εἰς μὲν τὸν τοῦ Ἰωάννου Παύλου Β' τάφον ἀφίκεσθαι οὐκ ἔτυχε ῥᾴδιον ὄν, οἱ γὰρ Πάπαι ἐν τοῖς ὑπὸ τοῦ Βατικάνου σπηλαίοις τεθαμμένοι εἰσὶ καὶ οὐκ ἐξὸν τοῖς τουρίσταις ἐκεῖσε εἰσιέναι δεῖ τοῦτον ὅστις ἂν εἰσιέναι βούληται ἐξουσίαν χρῆσθαι, τέλος δὲ τῷ Α. Α. τὴν ἀναγκαίαν ἐξουσίαν δεξαμένῳ εἰσιέναι ἐξῆν ὅποι τοῖς πλείστοις τῶν θνητῶν οὐκ ἔξεστιν.
τὸν μὲν Πάπαν ἀποκτεῖναι πειράσας, ὁ Α. Α. ἔτη ἔνια ἐν τῷ δεσμωτηρίῳ ἔκειτο (λόγῳ μὲν εἰς ἀεὶ κατεδικάσθη, ἔργῳ δὲ ἐννεακαίδεκα ἔτη ἔκειτο), ἐν τῇ Ῥώμῃ, ἕως ἐλευθερωθεὶς πρὸς τὴν Τουρκίαν ἐπανῆλθεν, οὗ αὔθις ἐν τῷ δεσμωτηρίῳ ἔκειτο ἄλλα ἀδικήματα ἀδικήσας, αὐτῷ δὲ ἐν τῷ δεσμωτηρίῳ κειμένῳ (ἐν τῇ Ῥώμῃ) ὁ Πάπας ὃν ἀποκτεῖναι ἐπειράσατο διελέξατο (ὁ Πάπας οὐδέποτε εἶπε περὶ οὗτινος διαλέξαιντο).
http://www.akwn.net/ AKROPOLIS WORLD NEWS Τὰ νέα ἑλληνιστὶ γεγραμμένα
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου