Κυριακή 4 Σεπτεμβρίου 2016

Ναυαγοὶ ἐν τῇ Μικρονησίᾳ

Picture Καίπερ τὸ νῦν νεωτάτην τε καὶ βελτίστην τεχνολογίαν ἔχομεν οἷα τὸ GPS, ἔτι ἐν τῇ εἰκοστῇ καὶ πρώτῃ ἑκατονταετίᾳ δυστυχήματα ὑπάρχει περὶ ναυαγῶν ἐν ἐρήμαις νήσοις καταλειφθέντων.

ἀνήρ τις καὶ γυνή, πεντήκοντα ἔτη γεγονότες, απὸ τῆς νήσου Οὐένω ἐν τῇ Μικρονησίᾳ (ἐν τῷ Εἰρηνικῷ Ὠκεανῷ) μικροτάτῳ πλοίῳ ἀποπλεύσαντες ἐν νῷ εἶχον εἰς τὴ νῆσον Ταμάταμ ἀφίκεσθαι (αὕτη ἡ νῆσος διακόσια χιλιόμετρα ἀπέχει ἀφ' οὗ ἀπέπλευσαν), πολλὰ δὲ παθήματα παθόντες καὶ μάλιστα ἀποροῦντες εἰς ἄλλην νῆσον ἀφίκοντο θυέλλης γενομένης, ἔρημον δὴ νῆσον, ἧς τὸ ὄνομα Φαῖ ἐστιν· αὐτοῖς δὲ ἅτε ῥαδιόφωνον οὐκ ἔχουσιν οὐκ ἐξὸν ἐπικαλεῖσθαι, ἐποίησαν ὃ μόνον ποιεῖν ἐδύναντο· ἔγραψαν SOS ἐπὶ τῆς ἄμμου μεγάλοις στοιχείοις, ὡς ἐν τῇ φωτογραφίᾳ ἰδεῖν δυνάμεθα.

οἱ μὲν δύο ἄνθρωποι ἐν ταύτῃ τῇ νήσῳ ὅλην ἑβδομάδα ἔμενον μόλις σῖτόν τε καὶ ὕδωρ ἔχοντες, τέλος δὲ ἀεροσκάφος τι αὐτοὺς ζητοῦν τὸ ἐπίγραμμα εἶδεν.

κατὰ τοὺς θαλασσίους νόμους δεῖ τούτους οἳ πορρωτέρω ἢ δέκα χιλιόμετρα ἀπὸ τῆς παραλίας ἀποπλέουσι ῥαδιόφωνον ἔχειν. 


 

the site of world news in Ancient Greek

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Αρχειοθήκη ιστολογίου

Πληροφορίες

"Οι μεγάλοι άνθρωποι μιλούν για ιδέες. Οι μεσαίοι άνθρωποι μιλούν για γεγονότα. Οι μικροί άνθρωποι μιλούν για τους άλλους."