Ὁ Μοχάμεδ ΣΤ', βασιλεὺς τοῦ Μαρόκου, νεωστὶ εἰς τὴν Τουρκίαν ἀφίκετο, οὗ ἐν νῷ ἔχει ἡμέρας τινὰς σχολάζειν καὶ ἀναπαύεσθαι. τοῦτο μὲν κατ' αὐτὸ λόγου οὐδενὸς ἄξιον εἴη ἄν, ὅμως δὲ πολλὰ περὶ ταύτης τῆς πορείας λέγεται, ἡ δὲ αἰτία ἥδε ἐστίν· ἵνα ἡμέρας τινὰς ἐν τῇ Τουρκίᾳ διατρίβῃ, κέχρηται ὁ Μοχαμὲδ... πέντε ἀεροσκάφεσιν. τῇ Κυριακῇ εἰς τὸν ἀερολιμένα Κεμὰλ Ἀτατοὺρκ ὧδε ἀφίκετο ταῦτα τὰ ἀεροσκάφη· ἐν μὲν ἄλλῳ τῶν ἀεροσκάφων ἐπορεύθη αὐτὸς ὁ βασιλεύς, ἐν δὲ ἄλλῳ ἐπορεύθησαν ἥ τε γυνὴ (Λάλλα Σάλμα) καὶ οἱ δύο υἷοι, ἐν δὲ τοῖς ἄλλοις τρισὶν ἐπορεύθησαν οἱ ὑπηρέται (ὁπόσοι οὐκ ἴσμεν) καὶ τὰ σκευή· ἀλλὰ ἴσως τοῦτο, τὸ ἐν τῇ Τουρκίᾳ σχολάζειν, πολιτικὸν πρόβλημα δείκνυσι, ὡς μὲν γὰρ ἐπὶ τὸ πολὺ ὁ βασιλεὺς Μοχάμεδ ἐν τῇ Γαλατίᾳ σχολάζει, νῦν δὲ προείλετο ἐν τῇ Τουρκίᾳ σχολὴν διατρίβειν, λέγουσι δὲ οἱ δημοσιογράφοι ὅτι νεωστὶ ὁ βασιλεὺς Μοχάμεδ τῷ Ὁλλὰνδ ὠργίσθη (ἀλλὰ τὴν αἰτίαν οὐκ ἀναγορεύουσιν).
ἡ δὲ Οὐκραίνα τῷ ΝΑΤΟ προσχωρεῖ· ἡ μὲν τῆς Οὐκραίνας βουλὴ περὶ τοῦδε προχθὲς ἐψηφίσατο, πότερον δέοι τὴν Οὐκραίναν ὡς ἀδέσμευτον χώραν διαμένειν ἢ εἰς τὸν ΝΑΤΟ εἰσιέναι. τῆς διαψηφίσεως γενομένης ὅτι δεῖ αὐτὴν εἰς τὸν ΝΑΤΟ εἰσιέναι, ἡ Ῥωσσία αὐτίκα ἐσχέτλιασεν, ὁ γὰρ Διμίτρι Μεδβέδεβ, ὃς τυγχάνει πρωθυπουργὸς τῆς Ῥωσσίας ὤν (ὁ μὲν Ποῦτιν πρόεδρός ἐστιν, ὁ δὲ Μεδβέδεβ πρωθυπουργός), εἶπεν ὅτι, εἰ ἡ Οὐκραίνα εἰς τὸν ΝΑΤΟ εἰσίοι, πολεμία χώρα τῇ Ῥωσσίᾳ γενήσοιτο (ἡ Οὐκραίνα τῷ 2020ῷ ἔτει βούλεται εἰς τὸν ΝΑΤΟ εἰσιέναι)· καὶ δη καὶ ἡ Ῥωσσία ἀπειλεῖ νῦν ὅτι ἀέριον τῇ Οὐκραίνῃ οὐ πορίσει. κατὰ δὲ τὴν ἐν τῷ Κίεβ ἀρχὴν δεῖ τὴν Οὐκραίναν εἰς τὸν ΝΑΤΟ εἰσιέναι διότι ἡ μὲν Ῥωσσία οὐ παύεται στρατιώτας εἰς τὴν Οὐκραίναν πέμπουσα, μόνον δὲ ὁ ΝΑΤΟ δύναται τοῦτο παύειν. ἐξ οὗ ὁ Ποῦτιν ἤρξατο στρατιώτας εἰς τὴν Οὐκραίναν εἰσπέμπειν ὡς ταύτῃ τῇ χώρᾳ ἐπιτεθησομένους (καίπερ ἀεὶ τοῦτο ἀρνουμένη), ἤδη τετρακισχίλιοι καὶ ἑπτακόσιοι ἄνθρωποι ἀπέθανον.
AKROPOLIS WORLD NEWS Τὰ νέα ἑλληνιστὶ γεγραμμένα http://www.akwn.net/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου