Ἐν τῇ Ἰνδίᾳ ἐλέφας τις ὃς ἐν τῇ πόλει Κεράλα τῶν ἐνιαυσίων ἑορτῶν μετεῖχεν ὀργισθεὶς ἐξαίφνης (τὴν αἰτίαν οὐδεὶς οἶδεν, ὁ ἐλέφας περὶ τούτου τοῖς δημοσιογράφοις αὐτὸν ἐρωτῶσι διαλέγεσθαι παντελῶς ἠρνήθη) ὡρμᾶτο ἐπὶ πάντα ἃ ἐμποδὼν πρὸ αὐτοῦ ἔκειτο. ὁ ἐλέφας διέφθειρε αὐτοκίνητα τε καὶ πάντα ἃ ηὕρισκεν, τῇ δὲ προβοσκίδι χρώμενος ἔβαλλεν ἐπὶ τούτους οἵτινες τυχοῖεν παρόντες πάντα ἃ ἁρπάζειν ἐδύνατο. τύχῃ δὲ οὐδεὶς ἐβλάβη, οὐδὲ οἱ δύο ἄνθρωποι οἳ ἐπὶ τοῦ ἐλέφαντος ἐκάθηντο (καίπερ πειρῶσιν οὐκ ἐξῆν αὐτοῖς τὸν ἐλέφαντα παῦσαι). τοῦτο πολλάκις ἐν τῇ Ἰνδίᾳ γίγνεται, ὡς δὲ ἐπὶ τὸ πολὺ ἄνθρωποι ἔνιοι τὸ ἦμαρ ἐν τῷ νοσοκομείῳ τελευτῶσιν.
ἐν δὲ τῇ Βορείᾳ Κορέᾳ ὁ Kim Jong-un ἐπικομπάζει νῦν ὅτι, ἐὰν ἀγαγκαῖον ᾖ, ἀτομικαῖς βόμβαις χρῆσθαι ἐν νῷ ἔχει. χθὲς μὲν ὁ Kim Jong-un ἓξ πύραυλα εἷναι ἐκέλευσεν (ὅμως δὲ εἰς τὴν θάλατταν· ἴσως ἐν νῷ εἶχε τὸν Ξέρξην μιμεῖσθαι τὴν θάλατταν μαστιγοῦντα;), τήμερον δὲ τοῦτο ἠπείλησεν, ἴσως βουλόμενος τῇ οἰκουμένῃ δεῖξαι ὅτι αἱ ἀπειλαὶ ἀληθεῖς προσβολαὶ ἂν γένοιντο ὁπόταν βούληται. ὅμως δὲ οἱ ἔμπειροι ἔτι καὶ νῦν ἀμφισβητοῦσι πότερον ἀληθῶς ἐστι τῇ Βορείᾳ Κορέᾳ ἀτομικὰ ὅπλα ἢ μή, ἴσως γὰρ τοῦτο μόνον τακτική ἐστιν ἵνα τὰς ἄλλας χώρας φοβῇ.
AKROPOLIS WORLD NEWS
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου